Εὐριπίδης Βάκχαι (ed. Gilbert Murray, Oxford. 1913) Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα Διόνυσος, ὃν τίκτει ποθ᾽ ἡ Κάδμου κόρη Σεμέλη λοχευθεῖσ᾽ ἀστραπηφόρῳ πυρί· μορφὴν δ᾽ ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρειμι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ. 5 ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας τόδ᾽ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, ἀθάνατον Ἥρας μητέρ᾽ εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε 10 τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν πέριξ ἐγὼ ᾽κάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας Φρυγῶν τε, Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα 15 Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα Ἀσίαν τε πᾶσαν, ἣ παρ᾽ ἁλμυρὰν ἅλα κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾽ ὁμοῦ πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, 20 τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς τελετάς, ἵν᾽ εἴην ἐμφανὴς δαίμων βροτοῖς. πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος ἀνωλόλυξα, νεβρίδ᾽ ἐξάψας χροὸς θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· 25 ἐπεί μ᾽ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος ἐς Ζῆν᾽ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους, Κάδμου σοφίσμαθ᾽, ὧν νιν οὕνεκα κτανεῖν 30 Ζῆν᾽ ἐξεκαυχῶνθ᾽, ὅτι γάμους ἐψεύσατο. τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾽ ἐγὼ μανίαις, ὄρος δ᾽ οἰκοῦσι παράκοποι φρενῶν· σκευήν τ᾽ ἔχειν ἠνάγκασ᾽ ὀργίων ἐμῶν, καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι 35 γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων· ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι χλωραῖς ὑπ᾽ ἐλάταις ἀνορόφοις ἧνται πέτραις. δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει, ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, 40 Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾽ ὕπερ φανέντα θνητοῖς δαίμον᾽ ὃν τίκτει Διί. Διόνυσος Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι, ὃς θεομαχεῖ τὰ κατ᾽ ἐμὲ καὶ σπονδῶν ἄπο 45 ὠθεῖ μ᾽, ἐν εὐχαῖς τ᾽ οὐδαμοῦ μνείαν ἔχει. ὧν οὕνεκ᾽ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι πᾶσίν τε Θηβαίοισιν. ἐς δ᾽ ἄλλην χθόνα, τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα, δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις 50 ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν. ὧν οὕνεκ᾽ εἶδος θνητὸν ἀλλάξας ἔχω μορφήν τ᾽ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν. ἀλλ᾽, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, 55 θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶν τύμπανα, ῾Ρέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα, βασίλειά τ᾽ ἀμφὶ δώματ᾽ ἐλθοῦσαι τάδε 60 κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς ἐλθὼν ἵν᾽ εἰσί, συμμετασχήσω χορῶν. Χορός Ἀσίας ἀπὸ γᾶς ἱερὸν Τμῶλον ἀμείψασα θοάζω 65 Βρομίῳ πόνον ἡδὺν κάματόν τ᾽ εὐκάματον, Βάκ- χιον εὐαζομένα. τίς ὁδῷ τίς ὁδῷ; τίς; μελάθροις ἔκτοπος ἔστω, στόμα τ᾽ εὔφη- μον ἅπας ἐξοσιούσθω· 70 τὰ νομισθέντα γὰρ αᾇεὶ Διόνυσον ὑμνήσω. ὦ μάκαρ, ὅστις εὐδαίμων 73b τελετὰς θεῶν εἰδὼς βιοτὰν ἁγιστεύει καὶ 74b θιασεύεται ψυχὰν 75 ἐν ὄρεσσι βακχεύων ὁσίοις καθαρμοῖσιν, τά τε ματρὸς μεγάλας ὄρ- για Κυβέλας θεμιτεύων, ἀνὰ θύρσον τε τινάσσων, 80 κισσῷ τε στεφανωθεὶς Διόνυσον θεραπεύει. ἴτε βάκχαι, ἴτε βάκχαι, Βρόμιον παῖδα θεὸν θεοῦ Διόνυσον κατάγουσαι 85 Φρυγίων ἐξ ὀρέων Ἑλ- λάδος εἰς εὐρυχόρους ἀ- γυιάς, τὸν Βρόμιον· 87b ὅν ποτ᾽ ἔχουσ᾽ ἐν ὠδίνων 88b λοχίαις ἀνάγκαισι πταμένας Διὸς βροντᾶς νη- 90 δύος ἔκβολον μάτηρ ἔτεκεν, λιποῦσ᾽ αᾇῶ- να κεραυνίῳ πληγᾷ· λοχίοις δ᾽ αὐτίκα νιν δέ- ξατο θαλάμαις Κρονίδας Ζεύς, 95 κατὰ μηρῷ δὲ καλύψας χρυσέαισιν συνερείδει περόναις κρυπτὸν ἀφ᾽ Ἥρας. ἔτεκεν δ᾽, ἁνίκα Μοῖραι τέλεσαν, ταυρόκερων θεὸν 100 στεφάνωσέν τε δρακόντων στεφάνοις, ἔνθεν ἄγραν θη- ροτρόφον μαινάδες ἀμφι- βάλλονται πλοκάμοις. ὦ Σεμέλας τροφοὶ Θῆ- 105 βαι, στεφανοῦσθε κισσῷ· βρύετε βρύετε χλοήρει μίλακι καλλικάρπῳ καὶ καταβακχιοῦσθε δρυὸς ἢ ἐλάτας κλάδοισι, 110 στικτῶν τ᾽ ἐνδυτὰ νεβρίδων στέφετε λευκοτρίχων πλοκάμων μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς ὁσιοῦσθ᾽· αὐτίκα γᾶ πᾶσα χορεύσει-- Βρόμιος ὅστις ἄγῃ θιάσους-- 115 εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει θηλυγενὴς ὄχλος ἀφ᾽ ἱστῶν παρὰ κερκίδων τ᾽ οἰστρηθεὶς Διονύσῳ. ὦ θαλάμευμα Κουρή- 120 των ζάθεοί τε Κρήτας Διογενέτορες ἔναυλοι, ἔνθα τρικόρυθες ἄντροις βυρσότονον κύκλωμα τόδε μοι Κορύβαντες ηὗρον· 125 βακχείᾳ δ᾽ ἀνὰ συντόνῳ κέρασαν ἁδυβόᾳ Φρυγίων αὐλῶν πνεύματι ματρός τε ῾Ρέας ἐς χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν· παρὰ δὲ μαινόμενοι Σάτυροι 130 ματέρος ἐξανύσαντο θεᾶς, ἐς δὲ χορεύματα συνῆψαν τριετηρίδων, αἷς χαίρει Διόνυσος. ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- 135 ων πέσῃ πεδόσε, νε- βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων 138 αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε- νος ἐς ὄρεα Φρύγια, Λύδι᾽, ὁ δ᾽ ἔξαρχος Βρόμιος, 140 εὐοἷ. ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ᾽ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν νέκταρι. Συρίας δ᾽ ὡς λιβάνου κα- πνὸν ὁ Βακχεὺς ἀνέχων 145 πυρσώδη φλόγα πεύκας ἐκ νάρθηκος ἀίσσει δρόμῳ καὶ χοροῖσιν πλανάτας ἐρεθίζων ἰαχαῖς τ᾽ ἀναπάλλων, τρυφερόν <τε> πλόκαμον εἰς αἰθέρα ῥίπτων. 150 ἅμα δ᾽ εὐάσμασι τοιάδ᾽ ἐπιβρέμει· Ὦ ἴτε βάκχαι, [ὦ] ἴτε βάκχαι, Τμώλου χρυσορόου χλιδᾷ μέλπετε τὸν Διόνυσον 155 βαρυβρόμων ὑπὸ τυμπάνων, 157 εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε, λωτὸς ὅταν εὐκέλαδος 160 ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα 164 φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- 165 να δ᾽ ἄρα, πῶλος ὅπως ἅμα ματέρι φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα. 169 Τειρεσίας τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων, 170 Ἀγήνορος παῖδ᾽, ὃς πόλιν Σιδωνίαν λιπὼν ἐπύργωσ᾽ ἄστυ Θηβαίων τόδε. ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι ζητεῖ νιν· οἶδε δ᾽ αὐτὸς ὧν ἥκω πέρι ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, 175 θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν. Κάδμος ὦ φίλταθ᾽, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων σοφὴν σοφοῦ παρ᾽ ἀνδρός, ἐν δόμοισιν ὤν· ἥκω δ᾽ ἕτοιμος τήνδ᾽ ἔχων σκευὴν θεοῦ· 180 δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς [Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς] ὅσον καθ᾽ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν. ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι 185 γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός. ὡς οὐ κάμοιμ᾽ ἂν οὔτε νύκτ᾽ οὔθ᾽ ἡμέραν θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθ᾽ ἡδέως γέροντες ὄντες. Τειρεσίας ταὔτ᾽ ἐμοὶ πάσχεις ἄρα· κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. 190 Κάδμος οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν; Τειρεσίας ἀλλ᾽ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι. Κάδμος γέρων γέροντα παιδαγωγήσω σ᾽ ἐγώ. Τειρεσίας ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται. Κάδμος μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν; 195 Τειρεσίας μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ᾽ ἄλλοι κακῶς. Κάδμος μακρὸν τὸ μέλλειν· ἀλλ᾽ ἐμῆς ἔχου χερός. Τειρεσίας ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα. Κάδμος οὐ καταφρονῶ ᾽γὼ τῶν θεῶν θνητὸς γεγώς. Τειρεσίας οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. 200 πατρίους παραδοχάς, ἅς θ᾽ ὁμήλικας χρόνῳ κεκτήμεθ᾽, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος, οὐδ᾽ εἰ δι᾽ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι, μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν; 205 οὐ γὰρ διῄρηχ᾽ ὁ θεός, οὔτε τὸν νέον εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον, ἀλλ᾽ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν κοινάς, διαριθμῶν δ᾽ οὐδέν᾽ αὔξεσθαι θέλει. Κάδμος ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ᾽ οὐχ ὁρᾷς, 210 ἐγὼ προφήτης σοι λόγων γενήσομαι. Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ, Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς. ὡς ἐπτόηται· τί ποτ᾽ ἐρεῖ νεώτερον; Πενθεύς ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός, 215 κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά, γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς· 220 πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου. 225 ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις· ὅσαι δ᾽ ἄπεισιν, ἐξ ὄρους θηράσομαι, [Ἰνώ τ᾽ Ἀγαύην θ᾽, ἥ μ᾽ ἔτικτ᾽ Ἐχίονι, Ἀκταίονός τε μητέρ᾽, Αὐτονόην λέγω.] 230 καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν παύσω κακούργου τῆσδε βακχείας τάχα. λέγουσι δ᾽ ὥς τις εἰσελήλυθε ξένος, γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός, ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, 235 οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων, ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται τελετὰς προτείνων εὐίους νεάνισιν. εἰ δ᾽ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης, παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε 240 κόμας, τράχηλον σώματος χωρὶς τεμών. ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν, ἐκεῖνος ἐν μηρῷ ποτ᾽ ἐρράφθαι Διός, ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο. 245 ταῦτ᾽ οὐχὶ δεινῆς ἀγχόνης ἔστ᾽ ἄξια, ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος; ἀτὰρ τόδ᾽ ἄλλο θαῦμα, τὸν τερασκόπον ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ πατέρα τε μητρὸς τῆς ἐμῆς--πολὺν γέλων-- 250 νάρθηκι βακχεύοντ᾽· ἀναίνομαι, πάτερ, τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον. οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν θύρσου μεθήσεις χεῖρ᾽, ἐμῆς μητρὸς πάτερ; σὺ ταῦτ᾽ ἔπεισας, Τειρεσία· τόνδ᾽ αὖ θέλεις 255 τὸν δαίμον᾽ ἀνθρώποισιν ἐσφέρων νέον σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν. εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο, καθῆσ᾽ ἂν ἐν βάκχαισι δέσμιος μέσαις, τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ 260 ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος, οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων. Χορός τῆς δυσσεβείας. ὦ ξέν᾽, οὐκ αἰδῇ θεοὺς Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν, Ἐχίονος δ᾽ ὢν παῖς καταισχύνεις γένος; 265 Τειρεσίας ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς καλὰς ἀφορμάς, οὐ μέγ᾽ ἔργον εὖ λέγειν· σὺ δ᾽ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις, ἐν τοῖς λόγοισι δ᾽ οὐκ ἔνεισί σοι φρένες. θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ᾽ ἀνὴρ 270 κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων. οὗτος δ᾽ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς, οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος καθ᾽ Ἑλλάδ᾽ ἔσται. δύο γάρ, ὦ νεανία, τὰ πρῶτ᾽ ἐν ἀνθρώποισι· Δημήτηρ θεά-- 275 γῆ δ᾽ ἐστίν, ὄνομα δ᾽ ὁπότερον βούλῃ κάλει· αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς· ὃς δ᾽ ἦλθ᾽ ἔπειτ᾽, ἀντίπαλον ὁ Σεμέλης γόνος βότρυος ὑγρὸν πῶμ᾽ ηὗρε κεἰσηνέγκατο θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς 280 λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς, ὕπνον τε λήθην τῶν καθ᾽ ἡμέραν κακῶν δίδωσιν, οὐδ᾽ ἔστ᾽ ἄλλο φάρμακον πόνων. οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς, ὥστε διὰ τοῦτον τἀγάθ᾽ ἀνθρώπους ἔχειν. 285 καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς μηρῷ; διδάξω σ᾽ ὡς καλῶς ἔχει τόδε. ἐπεί νιν ἥρπασ᾽ ἐκ πυρὸς κεραυνίου Ζεύς, ἐς δ᾽ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν, Ἥρα νιν ἤθελ᾽ ἐκβαλεῖν ἀπ᾽ οὐρανοῦ· 290 Ζεὺς δ᾽ ἀντεμηχανήσαθ᾽ οἷα δὴ θεός. ῥήξας μέρος τι τοῦ χθόν᾽ ἐγκυκλουμένου αἰθέρος, ἔθηκε τόνδ᾽ ὅμηρον ἐκδιδούς, * Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, 295 ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς Ἥρᾳ ποθ᾽ ὡμήρευσε, συνθέντες λόγον. Τειρεσίας μάντις δ᾽ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει· ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ᾽ ἔλθῃ πολύς, 300 λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ. Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά· στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν. μανία δὲ καὶ τοῦτ᾽ ἐστὶ Διονύσου πάρα. 305 ἔτ᾽ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, μέγαν τ᾽ ἀν᾽ Ἑλλάδα. ἀλλ᾽ ἐμοί, Πενθεῦ, πιθοῦ· μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, 310 μηδ᾽, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ, φρονεῖν δόκει τι· τὸν θεὸν δ᾽ ἐς γῆν δέχου καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα. οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ᾽ ἐν τῇ φύσει 315 [τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ᾽ ἀεί] τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν οὖσ᾽ ἥ γε σώφρων οὐ διαφθαρήσεται. ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις πολλοί, τὸ Πενθέως δ᾽ ὄνομα μεγαλύνῃ πόλις· 320 κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος. ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς, κισσῷ τ᾽ ἐρεψόμεσθα καὶ χορεύσομεν, πολιὰ ξυνωρίς, ἀλλ᾽ ὅμως χορευτέον, κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. 325 μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις ἄκη λάβοις ἂν οὔτ᾽ ἄνευ τούτων νοσεῖς. Χορός ὦ πρέσβυ, Φοῖβόν τ᾽ οὐ καταισχύνεις λόγοις, τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν. Κάδμος ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. 330 οἴκει μεθ᾽ ἡμῶν, μὴ θύραζε τῶν νόμων. νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς. κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς, παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς ὡς ἔστι, Σεμέλη θ᾽ ἵνα δοκῇ θεὸν τεκεῖν, 335 ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ. ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον, ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο διεσπάσαντο, κρείσσον᾽ ἐν κυναγίαις Ἀρτέμιδος εἶναι κομπάσαντ᾽, ἐν ὀργάσιν. 340 ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα κισσῷ· μεθ᾽ ἡμῶν τῷ θεῷ τιμὴν δίδου. Πενθεύς οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ᾽ ἰών, μηδ᾽ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί; τῆς σῆς <δ᾽> ἀνοίας τόνδε τὸν διδάσκαλον 345 δίκην μέτειμι. στειχέτω τις ὡς τάχος, ἐλθὼν δὲ θάκους τοῦδ᾽ ἵν᾽ οἰωνοσκοπεῖ μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν, ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, καὶ στέμματ᾽ ἀνέμοις καὶ θυέλλαισιν μέθες. 350 μάλιστα γάρ νιν δήξομαι δράσας τάδε. οἳ δ᾽ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται. κἄνπερ λάβητε, δέσμιον πορεύσατε 355 δεῦρ᾽ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών. Τειρεσίας ὦ σχέτλι᾽, ὡς οὐκ οἶσθα ποῦ ποτ᾽ εἶ λόγων. μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν. στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα 360 ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον δρᾶν. ἀλλ᾽ ἕπου μοι κισσίνου βάκτρου μέτα, πειρῶ δ᾽ ἀνορθοῦν σῶμ᾽ ἐμόν, κἀγὼ τὸ σόν· γέροντε δ᾽ αἰσχρὸν δύο πεσεῖν· ἴτω δ᾽ ὅμως, 365 τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον. Πενθεὺς δ᾽ ὅπως μὴ πένθος εἰσοίσει δόμοις τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω, τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει. Χορός Ὁσία πότνα θεῶν, 370 Ὁσία δ᾽ ἃ κατὰ γᾶν χρυσέαν πτέρυγα φέρεις, τάδε Πενθέως ἀίεις; ἀίεις οὐχ ὁσίαν ὕβριν ἐς τὸν Βρόμιον, τὸν 375 Σεμέλας, τὸν παρὰ καλλι- στεφάνοις εὐφροσύναις δαί- μονα πρῶτον μακάρων; ὃς τάδ᾽ ἔχει, θιασεύειν τε χοροῖς μετά τ᾽ αὐλοῦ γελάσαι 380 ἀποπαῦσαί τε μερίμνας, ὁπόταν βότρυος ἔλθῃ γάνος ἐν δαιτὶ θεῶν, κισ- σοφόροις δ᾽ ἐν θαλίαις ἀν- δράσι κρατὴρ ὕπνον ἀμ- 385 φιβάλλῃ. 385b ἀχαλίνων στομάτων ἀνόμου τ᾽ ἀφροσύνας τὸ τέλος δυστυχία· ὁ δὲ τᾶς ἡσυχίας βίοτος καὶ τὸ φρονεῖν 390 ἀσάλευτόν τε μένει καὶ συνέχει δώματα· πόρσω γὰρ ὅμως αἰθέρα ναίον- τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι. τὸ σοφὸν δ᾽ οὐ σοφία 395 τό τε μὴ θνητὰ φρονεῖν. βραχὺς αἰών· ἐπὶ τούτῳ δέ τις ἂν μεγάλα διώκων τὰ παρόντ᾽ οὐχὶ φέροι. μαι- νομένων οἵδε τρόποι καὶ 400 κακοβούλων παρ᾽ ἔμοι- γε φωτῶν. 401b ἱκοίμαν ποτὶ Κύπρον, νᾶσον τᾶς Ἀφροδίτας, ἵν᾽ οἱ θελξίφρονες νέμον- ται θνατοῖσιν Ἔρωτες, 405 Πάφον θ᾽ ἃν ἑκατόστομοι βαρβάρου ποταμοῦ ῥοαὶ καρπίζουσιν ἄνομβροι. οὗ δ᾽ ἁ καλλιστευομένα Πιερία μούσειος ἕδρα, 410 σεμνὰ κλιτὺς Ὀλύμπου, ἐκεῖσ᾽ ἄγε με, Βρόμιε Βρόμιε, πρόβακχ᾽ εὔιε δαῖμον. ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- 415 χαις θέμις ὀργιάζειν. ὁ δαίμων ὁ Διὸς παῖς χαίρει μὲν θαλίαισιν, φιλεῖ δ᾽ ὀλβοδότειραν Εᾇ- ρήναν, κουροτρόφον θεάν. 420 ἴσαν δ᾽ ἔς τε τὸν ὄλβιον τόν τε χείρονα δῶκ᾽ ἔχειν οἴνου τέρψιν ἄλυπον· μισεῖ δ᾽ ᾧ μὴ ταῦτα μέλει, κατὰ φάος νύκτας τε φίλας 425 εὐαίωνα διαζῆν, σοφὰν δ᾽ ἀπέχειν πραπίδα φρένα τε περισσῶν παρὰ φωτῶν· τὸ πλῆθος ὅ τι 430 τὸ φαυλότερον ἐνόμισε χρῆ- ταί τε, τόδ᾽ ἂν δεχοίμαν. Θεράπων Πενθεῦ, πάρεσμεν τήνδ᾽ ἄγραν ἠγρευκότες ἐφ᾽ ἣν ἔπεμψας, οὐδ᾽ ἄκρανθ᾽ ὡρμήσαμεν. 435 ὁ θὴρ δ᾽ ὅδ᾽ ἡμῖν πρᾶος οὐδ᾽ ὑπέσπασεν φυγῇ πόδ᾽, ἀλλ᾽ ἔδωκεν οὐκ ἄκων χέρας οὐδ᾽ ὠχρός, οὐδ᾽ ἤλλαξεν οἰνωπὸν γένυν, γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. 440 κἀγὼ δι᾽ αἰδοῦς εἶπον· Ὦ ξέν᾽, οὐχ ἑκὼν ἄγω σε, Πενθέως δ᾽ ὅς μ᾽ ἔπεμψ᾽ ἐπιστολαῖς. ἃς δ᾽ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης, φροῦδαί γ᾽ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας 445 σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν· αὐτόματα δ᾽ αὐταῖς δεσμὰ διελύθη ποδῶν κλῇδές τ᾽ ἀνῆκαν θύρετρ᾽ ἄνευ θνητῆς χερός. πολλῶν δ᾽ ὅδ᾽ ἁνὴρ θαυμάτων ἥκει πλέως ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. 450 Πενθεύς μέθεσθε χειρῶν τοῦδ᾽· ἐν ἄρκυσιν γὰρ ὢν οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ᾽ ἐκφυγεῖν. ἀτὰρ τὸ μὲν σῶμ᾽ οὐκ ἄμορφος εἶ, ξένε, ὡς ἐς γυναῖκας, ἐφ᾽ ὅπερ ἐς Θήβας πάρει· πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, 455 γένυν παρ᾽ αὐτὴν κεχυμένος, πόθου πλέως· λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις, οὐχ ἡλίου βολαῖσιν, ἀλλ᾽ ὑπὸ σκιᾶς, τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. 460 Διόνυσος οὐ κόμπος οὐδείς· ῥᾴδιον δ᾽ εἰπεῖν τόδε. τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων. Πενθεύς οἶδ᾽, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ. Διόνυσος ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς. Πενθεύς πόθεν δὲ τελετὰς τάσδ᾽ ἄγεις ἐς Ἑλλάδα; 465 Διόνυσος Διόνυσος ἡμᾶς εἰσέβησ᾽, ὁ τοῦ Διός. Πενθεύς Ζεὺς δ᾽ ἔστ᾽ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς; Διόνυσος οὔκ, ἀλλ᾽ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις. Πενθεύς πότερα δὲ νύκτωρ σ᾽ ἢ κατ᾽ ὄμμ᾽ ἠνάγκασεν; Διόνυσος ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. 470 Πενθεύς τὰ δ᾽ ὄργι᾽ ἐστὶ τίν᾽ ἰδέαν ἔχοντά σοι; Διόνυσος ἄρρητ᾽ ἀβακχεύτοισιν εἰδέναι βροτῶν. Πενθεύς ἔχει δ᾽ ὄνησιν τοῖσι θύουσιν τίνα; Διόνυσος οὐ θέμις ἀκοῦσαί σ᾽, ἔστι δ᾽ ἄξι᾽ εἰδέναι. Πενθεύς εὖ τοῦτ᾽ ἐκιβδήλευσας, ἵν᾽ ἀκοῦσαι θέλω. 475 Διόνυσος ἀσέβειαν ἀσκοῦντ᾽ ὄργι᾽ ἐχθαίρει θεοῦ. Πενθεύς τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν; Διόνυσος ὁποῖος ἤθελ᾽· οὐκ ἐγὼ ᾽τασσον τόδε. Πενθεύς τοῦτ᾽ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων. Διόνυσος δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. 480 Πενθεύς ἦλθες δὲ πρῶτα δεῦρ᾽ ἄγων τὸν δαίμονα; Διόνυσος πᾶς ἀναχορεύει βαρβάρων τάδ᾽ ὄργια. Πενθεύς φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ. Διόνυσος τάδ᾽ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι. Πενθεύς τὰ δ᾽ ἱερὰ νύκτωρ ἢ μεθ᾽ ἡμέραν τελεῖς; 485 Διόνυσος νύκτωρ τὰ πολλά· σεμνότητ᾽ ἔχει σκότος. Πενθεύς τοῦτ᾽ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν. Διόνυσος κἀν ἡμέρᾳ τό γ᾽ αἰσχρὸν ἐξεύροι τις ἄν. Πενθεύς δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν. Διόνυσος σὲ δ᾽ ἀμαθίας γε κἀσεβοῦντ᾽ ἐς τὸν θεόν. 490 Πενθεύς ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων. Διόνυσος εἴφ᾽ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ; Πενθεύς πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν. Διόνυσος ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δ᾽ αὐτὸν τρέφω. Πενθεύς ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. 495 Διόνυσος αὐτός μ᾽ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ. Πενθεύς εἱρκταῖσί τ᾽ ἔνδον σῶμα σὸν φυλάξομεν. Διόνυσος λύσει μ᾽ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω. Πενθεύς ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς. Διόνυσος καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. 500 Πενθεύς καὶ ποῦ ᾽στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ᾽ ἐμοῖς. Διόνυσος παρ᾽ ἐμοί· σὺ δ᾽ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς. Πενθεύς λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε. Διόνυσος αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν. Πενθεύς ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. 505 Διόνυσος οὐκ οἶσθ᾽ ὅ τι ζῇς, οὐδ᾽ ὃ δρᾷς, οὐδ᾽ ὅστις εἶ. Πενθεύς Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ᾽ Ἐχίονος. Διόνυσος ἐνδυστυχῆσαι τοὔνομ᾽ ἐπιτήδειος εἶ. Πενθεύς χώρει· καθείρξατ᾽ αὐτὸν ἱππικαῖς πέλας φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. 510 ἐκεῖ χόρευε· τάσδε δ᾽ ἃς ἄγων πάρει κακῶν συνεργοὺς ἢ διεμπολήσομεν ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου παύσας, ἐφ᾽ ἱστοῖς δμωίδας κεκτήσομαι. Διόνυσος στείχοιμ᾽ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν 515 παθεῖν. ἀτάρ τοι τῶνδ᾽ ἄποιν᾽ ὑβρισμάτων μέτεισι Διόνυσός σ᾽, ὃν οὐκ εἶναι λέγεις· ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις. Χορός * Ἀχελῴου θύγατερ, πότνι᾽ εὐπάρθενε Δίρκα, 520 σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς τὸ Διὸς βρέφος ἔλαβες, ὅτε μηρῷ πυρὸς ἐξ ἀ- θανάτου Ζεὺς ὁ τεκὼν ἥρ- πασέ νιν, τάδ᾽ ἀναβοάσας· 525 Ἴθι, Διθύραμβ᾽, ἐμὰν ἄρ- σενα τάνδε βᾶθι νηδύν· ἀναφαίνω σε τόδ᾽, ὦ Βάκ- χιε, Θήβαις ὀνομάζειν. σὺ δέ μ᾽, ὦ μάκαιρα Δίρκα, 530 στεφανηφόρους ἀπωθῇ θιάσους ἔχουσαν ἐν σοί. τί μ᾽ ἀναίνῃ; τί με φεύγεις; ἔτι ναὶ τὰν βοτρυώδη Διονύσου χάριν οἴνας, 535 ἔτι σοι τοῦ Βρομίου μελήσει. οἵαν οἵαν ὀργὰν ἀναφαίνει χθόνιον γἑνος ἐκφύς τε δράκοντός ποτε Πενθεύς, ὃν Ἐχίων 540 ἐφύτευσε χθόνιος, ἀγριωπὸν τἑρας, οὐ φῶ- τα βρότειον, φόνιον δ᾽ ὥσ- τε γίγαντ᾽ ἀντίπαλον θεοῖς· ὃς ὰμ᾽ ἐν βρόχοισι τὰν τοῦ 545 Βρομίου τάχα ξυνάψει, τὸν ἐμὸν δ᾽ ἐντὸς ὰχει δώ- ματος ἤδη θιασώταν σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς. ἐσορᾷς τάδ᾽, ὦ Διὸς παῖ 550 Διόνυσε, σοὺς προφἀτας ἐν ἁμίλλαισιν ἀνάγκας; μόλε, χρυσῶπα τινάσσων, ἄνα, θύρσον κατ᾽ Ὄλυμπον, φονίου δ᾽ ἀνδρὸς ὕβριν κατάσχες. 555 πόθι Νύσας ἄρα τᾶς θη- ροτρόφου θυρσοφορεῖς θιάσους, ὦ Διόνυσ᾽, ἢ κορυφαῖς Κωρυκίαις; τάχα δ᾽ ἐν ταῖς πολυδένδρεσ- 560 σιν Ὀλύμπου θαλάμαις, ἔν- θα ποτ᾽ Ὀρφεὺς κιθαρίζων σύναγεν δένδρεα μούσαις, σύναγεν θῆρας ἀγρώτας. μάκαρ ὦ Πιερία, 565 σέβεταί σ᾽ Εὔιος, ἥξει τε χορεύσων ἅμα βακχεύ- μασι, τόν τ᾽ ὠκυρόαν διαβὰς Ἀξιὸν εἱλισ- σομένας Μαινάδας ἄξει, 570 Λυδίαν πατέρα τε, τὸν τᾶς εὐδαιμονίας βροτοῖς ὀλβοδόταν, τὸν ἔκλυον εὔιππον χώραν ὕδασιν καλλίστοισι λιπαίνειν. 575 Διόνυσος ἰώ, κλύετ᾽ ἐμᾶς κλύετ᾽ αὐδᾶς, ἰὼ βάκχαι, ἰὼ βάκχαι. Χορός τίς ὅδε, τίς <ὅδε> πόθεν ὁ κέλαδος ἀνά μ᾽ ἐκάλεσεν Εὐίου; Διόνυσος ἰὼ ἰώ, πάλιν αὐδῶ, 580 ὁ Σεμέλας, ὁ Διὸς παῖς. Χορός ἰὼ ἰὼ δέσποτα δέσποτα, μόλε νυν ἡμέτερον ἐς θίασον, ὦ Βρόμιε Βρόμιε. Διόνυσος <σεῖε> πέδον χθονὸς Ἔννοσι πότνια. 585 Χορός ἆ ἆ, τάχα τὰ Πενθέως μέλαθρα διατι- νάξεται πεσήμασιν. --ὁ Διόνυσος ἀνὰ μέλαθρα· σέβετέ νιν. 590 --σέβομεν ὤ. --εἴδετε λάινα κίοσιν ἔμβολα διάδρομα τάδε; Βρόμιος <ὅδ᾽> ἀλα- λάζεται στέγας ἔσω. Διόνυσος ἅπτε κεραύνιον αἴθοπα λαμπάδα· σύμφλεγε σύμφλεγε δώματα Πενθέος. 595 Χορός ἆ ἆ, πῦρ οὐ λεύσσεις, οὐδ᾽ αὐγάζῃ, Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν ποτε κεραυνόβολος ἔλιπε φλόγα Δίου βροντᾶς; δίκετε πεδόσε τρομερὰ σώματα 600 δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ ἄνω κάτω τιθεὶς ἔπεισι μέλαθρα τάδε Διὸς γόνος. Διόνυσος βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ πρὸς πέδῳ πεπτώκατ᾽; ᾔσθησθ᾽, ὡς ἔοικε, Βακχίου 605 διατινάξαντος ‘δῶμα Πενθέως· ἀλλ᾽ ἐξανίστατε’ σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον. Χορός ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος, ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ᾽ ἔχουσ᾽ ἐρημίαν. Διόνυσος εἰς ἀθυμίαν ἀφίκεσθ᾽, ἡνίκ᾽ εἰσεπεμπόμην, 610 Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος; Χορός πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις; ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών; Διόνυσος αὐτὸς ἐξέσῳσ᾽ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου. Χορός οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις; 615 Διόνυσος ταῦτα καὶ καθύβρισ᾽ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν οὔτ᾽ ἔθιγεν οὔθ᾽ ἥψαθ᾽ ἡμῶν, ἐλπίσιν δ᾽ ἐβόσκετο. πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ᾽ ἡμᾶς ἄγων, τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν, θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, 620 χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ᾽ ἐγὼ παρὼν ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ ἀνετίναξ᾽ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ πῦρ ἀνῆψ᾽· ὃ δ᾽ ὡς ἐσεῖδε, δώματ᾽ αἴθεσθαι δοκῶν, ᾖσσ᾽ ἐκεῖσε κᾆτ᾽ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν 625 ἐννέπων, ἅπας δ᾽ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν. διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος, ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω. κᾆθ᾽ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω, φάσμ᾽ ἐποίησεν κατ᾽ αὐλήν· ὃ δ᾽ ἐπὶ τοῦθ᾽ ὡρμημένος 630 ᾖσσε κἀκέντει φαεννὸν <αἰθέρ᾽>, ὡς σφάζων ἐμέ. πρὸς δὲ τοῖσδ᾽ αὐτῷ τάδ᾽ ἄλλα Βάκχιος λυμαίνεται· δώματ᾽ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δ᾽ ἅπαν πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ᾽ ὕπο διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ 635 ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δ᾽ ἐκβὰς ἐγὼ δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας. ὡς δέ μοι δοκεῖ--ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω-- ἐς προνώπι᾽ αὐτίχ᾽ ἥξει. τί ποτ᾽ ἄρ᾽ ἐκ τούτων ἐρεῖ; ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. 640 πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον᾽ εὐοργησίαν. Πενθεύς πέπονθα δεινά· διαπέφευγέ μ᾽ ὁ ξένος, ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος. ἔα ἔα· ὅδ᾽ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος 645 φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς; Διόνυσος στῆσον πόδ᾽, ὀργῇ δ᾽ ὑπόθες ἥσυχον πόδα. Πενθεύς πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς; Διόνυσος οὐκ εἶπον--ἢ οὐκ ἤκουσας--ὅτι λύσει μέ τις; Πενθεύς τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. 650 Διόνυσος ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς. Πενθεύς * Διόνυσος ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν. Πενθεύς κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ. Διόνυσος τί δ᾽; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί; Πενθεύς σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σ᾽ εἶναι σοφόν. 655 Διόνυσος ἃ δεῖ μάλιστα, ταῦτ᾽ ἔγωγ᾽ ἔφυν σοφός. κείνου δ᾽ ἀκούσας πρῶτα τοὺς λόγους μάθε, ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι· ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα. Ἄγγελος Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός, 660 ἥκω Κιθαιρῶν᾽ ἐκλιπών, ἵν᾽ οὔποτε λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί. Πενθεύς ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου; Ἄγγελος βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, 665 ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ, ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα. θέλω δ᾽ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα· τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ᾽, ἄναξ, 670 καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν. Πενθεύς λέγ᾽, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ. τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών. ὅσῳ δ᾽ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι, τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας 675 γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν. Ἄγγελος ἀγελαῖα μὲν βοσκήματ᾽ ἄρτι πρὸς λέπας μόσχων ὑπεξήκριζον, ἡνίχ᾽ ἥλιος ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα. ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, 680 ὧν ἦρχ᾽ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου μήτηρ Ἀγαύη σή, τρίτου δ᾽ Ἰνὼ χοροῦ. ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, αἳ μὲν πρὸς ἐλάτης νῶτ᾽ ἐρείσασαι φόβην, αἳ δ᾽ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα 685 εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ θηρᾶν καθ᾽ ὕλην Κύπριν ἠρημωμένας. ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, 690 μυκήμαθ᾽ ὡς ἤκουσε κεροφόρων βοῶν. αἳ δ᾽ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον ἀνῇξαν ὀρθαί, θαῦμ᾽ ἰδεῖν εὐκοσμίας, νέαι παλαιαὶ παρθένοι τ᾽ ἔτ᾽ ἄζυγες. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας 695 νεβρίδας τ᾽ ἀνεστείλανθ᾽ ὅσαισιν ἁμμάτων σύνδεσμ᾽ ἐλέλυτο, καὶ καταστίκτους δορὰς ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δ᾽ ἀγκάλαισι δορκάδ᾽ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, 700 ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι βρέφη λιπούσαις· ἐπὶ δ᾽ ἔθεντο κισσίνους στεφάνους δρυός τε μίλακός τ᾽ ἀνθεσφόρου. θύρσον δέ τις λαβοῦσ᾽ ἔπαισεν ἐς πέτραν, ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· 705 ἄλλη δὲ νάρθηκ᾽ ἐς πέδον καθῆκε γῆς, καὶ τῇδε κρήνην ἐξανῆκ᾽ οἴνου θεός· ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων 710 θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί. ὥστ᾽, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες, κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν 715 ὡς δεινὰ δρῶσι θαυμάτων τ᾽ ἐπάξια· καί τις πλάνης κατ᾽ ἄστυ καὶ τρίβων λόγων ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας ναίοντες ὀρέων, θέλετε θηρασώμεθα Πενθέως Ἀγαύην μητέρ᾽ ἐκ βακχευμάτων 720 χάριν τ᾽ ἄνακτι θώμεθα; εὖ δ᾽ ἡμῖν λέγειν ἔδοξε, θάμνων δ᾽ ἐλλοχίζομεν φόβαις κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα, Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον 725 Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ᾽ ὄρος καὶ θῆρες, οὐδὲν δ᾽ ἦν ἀκίνητον δρόμῳ. Ἄγγελος κυρεῖ δ᾽ Ἀγαύη πλησίον θρῴσκουσά μου· κἀγὼ ᾽ξεπήδησ᾽ ὡς συναρπάσαι θέλων, λόχμην κενώσας ἔνθ᾽ ἐκρυπτόμην δέμας. 730 ἣ δ᾽ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες, θηρώμεθ᾽ ἀνδρῶν τῶνδ᾽ ὕπ᾽· ἀλλ᾽ ἕπεσθέ μοι, ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι. ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην 735 μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα. καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν. εἶδες δ᾽ ἂν ἢ πλεύρ᾽ ἢ δίχηλον ἔμβασιν 740 ῥιπτόμεν᾽ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ ἔσταζ᾽ ὑπ᾽ ἐλάταις ἀναπεφυρμέν᾽ αἵματι. ταῦροι δ᾽ ὑβρισταὶ κἀς κέρας θυμούμενοι τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. 745 θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. χωροῦσι δ᾽ ὥστ᾽ ὄρνιθες ἀρθεῖσαι δρόμῳ πεδίων ὑποτάσεις, αἳ παρ᾽ Ἀσωποῦ ῥοαῖς εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· 750 Ὑσιάς τ᾽ Ἐρυθράς θ᾽, αἳ Κιθαιρῶνος λέπας νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, ἐπεσπεσοῦσαι πάντ᾽ ἄνω τε καὶ κάτω διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα· ὁπόσα δ᾽ ἐπ᾽ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο 755 προσείχετ᾽ οὐδ᾽ ἔπιπτεν ἐς μέλαν πέδον, οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις πῦρ ἔφερον, οὐδ᾽ ἔκαιεν. οἳ δ᾽ ὀργῆς ὕπο ἐς ὅπλ᾽ ἐχώρουν φερόμενοι βακχῶν ὕπο· οὗπερ τὸ δεινὸν ἦν θέαμ᾽ ἰδεῖν, ἄναξ. 760 τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. πάλιν δ᾽ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, 765 κρήνας ἐπ᾽ αὐτὰς ἃς ἀνῆκ᾽ αὐταῖς θεός. νίψαντο δ᾽ αἷμα, σταγόνα δ᾽ ἐκ παρηίδων γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός. τὸν δαίμον᾽ οὖν τόνδ᾽ ὅστις ἔστ᾽, ὦ δέσποτα, δέχου πόλει τῇδ᾽· ὡς τά τ᾽ ἄλλ᾽ ἐστὶν μέγας, 770 κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι. Χορός ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους 775 πρὸς τὸν τύραννον, ἀλλ᾽ ὅμως εἰρήσεται· Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. Πενθεύς ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. ἀλλ᾽ οὐκ ὀκνεῖν δεῖ· στεῖχ᾽ ἐπ᾽ Ἠλέκτρας ἰὼν 780 πύλας· κέλευε πάντας ἀσπιδηφόρους ἵππων τ᾽ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας πέλτας θ᾽ ὅσοι πάλλουσι καὶ τόξων χερὶ ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν βάκχαισιν· οὐ γὰρ ἀλλ᾽ ὑπερβάλλει τάδε, 785 εἰ πρὸς γυναικῶν πεισόμεσθ᾽ ἃ πάσχομεν. Διόνυσος πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως οὔ φημι χρῆναί σ᾽ ὅπλ᾽ ἐπαίρεσθαι θεῷ, ἀλλ᾽ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται 790 κινοῦντα βάκχας <σ᾽> εὐίων ὀρῶν ἄπο. Πενθεύς οὐ μὴ φρενώσεις μ᾽, ἀλλὰ δέσμιος φυγὼν σῴσῃ τόδ᾽; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην; Διόνυσος θύοιμ᾽ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. 795 Πενθεύς θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. Διόνυσος φεύξεσθε πάντες· καὶ τόδ᾽ αἰσχρόν, ἀσπίδας θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους Πενθεύς ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, 800 ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. Διόνυσος ὦ τᾶν, ἔτ᾽ ἔστιν εὖ καταστῆσαι τάδε. Πενθεύς τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς; Διόνυσος ἐγὼ γυναῖκας δεῦρ᾽ ὅπλων ἄξω δίχα. Πενθεύς οἴμοι· τόδ᾽ ἤδη δόλιον ἔς με μηχανᾷ. 805 Διόνυσος ποῖόν τι, σῷσαί σ᾽ εἰ θέλω τέχναις ἐμαῖς; Πενθεύς ξυνέθεσθε κοινῇ τάδ᾽, ἵνα βακχεύητ᾽ ἀεί. Διόνυσος καὶ μὴν ξυνεθέμην--τοῦτό γ᾽ ἔστι--τῷ θεῷ. Πενθεύς ἐκφέρετέ μοι δεῦρ᾽ ὅπλα, σὺ δὲ παῦσαι λέγων. Διόνυσος ἆ. 810 βούλῃ σφ᾽ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν; Πενθεύς μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. Διόνυσος τί δ᾽ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν; Πενθεύς λυπρῶς νιν εἰσίδοιμ᾽ ἂν ἐξῳνωμένας. Διόνυσος ὅμως δ᾽ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; 815 Πενθεύς σάφ᾽ ἴσθι, σιγῇ γ᾽ ὑπ᾽ ἐλάταις καθήμενος. Διόνυσος ἀλλ᾽ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. Πενθεύς ἀλλ᾽ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε. Διόνυσος ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ; Πενθεύς ἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. 820 Διόνυσος στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. Πενθεύς τί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ; Διόνυσος μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. Πενθεύς εὖ γ᾽ εἶπας αὖ τόδ᾽· ὥς τις εἶ πάλαι σοφός. Διόνυσος Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. 825 Πενθεύς πῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς; Διόνυσος ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. Πενθεύς τίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει. Διόνυσος οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. Πενθεύς στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν; 830 Διόνυσος κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. Πενθεύς τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι; Διόνυσος πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα. Πενθεύς ἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί; Διόνυσος θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. 835 Πενθεύς οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. Διόνυσος ἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. Πενθεύς ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. Διόνυσος σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. Πενθεύς καὶ πῶς δι᾽ ἄστεως εἶμι Καδμείους λαθών; 840 Διόνυσος ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ᾽ ἡγήσομαι. Πενθεύς πᾶν κρεῖσσον ὥστε μὴ ᾽γγελᾶν βάκχας ἐμοί. ἐλθόντ᾽ ἐς οἴκους . . . ἃν δοκῇ βουλεύσομαι. Διόνυσος ἔξεστι· πάντῃ τό γ᾽ ἐμὸν εὐτρεπὲς πάρα. Πενθεύς στείχοιμ᾽ ἄν· ἢ γὰρ ὅπλ᾽ ἔχων πορεύσομαι 845 ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. Διόνυσος γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, 848 ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. 847 Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· 849 τεισώμεθ᾽ αὐτόν. πρῶτα δ᾽ ἔκστησον φρενῶν, 850 ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, ἔξω δ᾽ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν γυναικόμορφον ἀγόμενον δι᾽ ἄστεως 855 ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, 860 δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος. Χορός ἆρ᾽ ἐν παννυχίοις χοροῖς θήσω ποτὲ λευκὸν πόδ᾽ ἀναβακχεύουσα, δέραν εἰς αἰθέρα δροσερὸν ῥίπτουσ᾽, 865 ὡς νεβρὸς χλοεραῖς ἐμπαί- ζουσα λείμακος ἡδοναῖς, ἡνίκ᾽ ἂν φοβερὰν φύγῃ θήραν ἔξω φυλακᾶς εὐπλέκτων ὑπὲρ ἀρκύων, 870 θωΰσσων δὲ κυναγέτας συντείνῃ δράμημα κυνῶν· μόχθοις τ᾽ ὠκυδρόμοις τ᾽ ἀέλ- λαις θρῴσκει πεδίον παραποτάμιον, ἡδομένα βροτῶν ἐρημίαις σκιαρο- 875 κόμοιό τ᾽ ἔρνεσιν ὕλας. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον παρὰ θεῶν γέρας ἐν βροτοῖς ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν; 880 ὅ τι καλὸν φίλον ἀεί. ὁρμᾶται μόλις, ἀλλ᾽ ὅμως πιστόν <τι> τὸ θεῖον σθένος· ἀπευθύνει δὲ βροτῶν τούς τ᾽ ἀγνωμοσύναν τιμῶν- 885 τας καὶ μὴ τὰ θεῶν αὔξον- τας σὺν μαινομένᾳ δόξᾳ. κρυπτεύουσι δὲ ποικίλως δαρὸν χρόνου πόδα καὶ θηρῶσιν τὸν ἄσεπτον. οὐ 890 γὰρ κρεῖσσόν ποτε τῶν νόμων γιγνώσκειν χρὴ καὶ μελετᾶν. κούφα γὰρ δαπάνα νομί- ζειν ᾇσχὺν τόδ᾽ ἔχειν, ὅ τι ποτ᾽ ἄρα τὸ δαιμόνιον, τό τ᾽ ἐν χρόνῳ μακρῷ νόμιμον 895 ἀεὶ φύσει τε πεφυκός. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον παρὰ θεῶν γέρας ἐν βροτοῖς ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν; 900 ὅ τι καλὸν φίλον ἀεί. εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας ἔφυγε χεῖμα, λιμένα δ᾽ ἔκιχεν· εὐδαίμων δ᾽ ὃς ὕπερθε μόχθων ἐγένεθ᾽· ἑτέρᾳ δ᾽ ἕτερος ἕτερον 905 ὄλβῳ καὶ δυνάμει παρῆλθεν. μυρίαι δ᾽ ἔτι μυρίοις εἰσὶν ἐλπίδες· αἳ μὲν τελευτῶσιν ἐν ὄλβῳ βροτοῖς, αἳ δ᾽ ἀπέβησαν· τὸ δὲ κατ᾽ ἦμαρ ὅτῳ βίοτος 910 εὐδαίμων, μακαρίζω. Διόνυσος σὲ τὸν πρόθυμον ὄνθ᾽ ἃ μὴ χρεὼν ὁρᾶν σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω, ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, 915 μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος· πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ. Πενθεύς καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον· καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς 920 καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι. ἀλλ᾽ ἦ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν. Διόνυσος ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, ἔνσπονδος ἡμῖν· νῦν δ᾽ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν. Πενθεύς τί φαίνομαι δῆτ᾽; οὐχὶ τὴν Ἰνοῦς στάσιν 925 ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ᾽ ἐμῆς; Διόνυσος αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ᾽ ὁρῶν. ἀλλ᾽ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ᾽ ὅδε, οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα. Πενθεύς ἔνδον προσείων αὐτὸν ἀνασείων τ᾽ ἐγὼ 930 καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα. Διόνυσος ἀλλ᾽ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, πάλιν καταστελοῦμεν· ἀλλ᾽ ὄρθου κάρα. Πενθεύς ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή. Διόνυσος ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων 935 στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν. Πενθεύς κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα· τἀνθένδε δ᾽ ὀρθῶς παρὰ τένοντ᾽ ἔχει πέπλος. Διόνυσος ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. 940 Πενθεύς πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι; Διόνυσος ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ αἴρειν νιν· αἰνῶ δ᾽ ὅτι μεθέστηκας φρενῶν. Πενθεύς ἆρ᾽ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς 945 αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν; Διόνυσος δύναι᾽ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας οὐκ εἶχες ὑγιεῖς, νῦν δ᾽ ἔχεις οἵας σε δεῖ. Πενθεύς μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; 950 Διόνυσος μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα καὶ Πανὸς ἕδρας ἔνθ᾽ ἔχει συρίγματα. Πενθεύς καλῶς ἔλεξας· οὐ σθένει νικητέον γυναῖκας· ἐλάταισιν δ᾽ ἐμὸν κρύψω δέμας. Διόνυσος κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, 955 ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. Πενθεύς καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν. Διόνυσος οὐκοῦν ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀποστέλλῃ φύλαξ· λήψῃ δ᾽ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. 960 Πενθεύς κόμιζε διὰ μέσης με Θηβαίας χθονός· μόνος γὰρ αὐτῶν εἰμ᾽ ἀνὴρ τολμῶν τόδε. Διόνυσος μόνος σὺ πόλεως τῆσδ᾽ ὑπερκάμνεις, μόνος· τοιγάρ σ᾽ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. ἕπου δέ· πομπὸς [δ᾽] εἶμ᾽ ἐγὼ σωτήριος, 965 κεῖθεν δ᾽ ἀπάξει σ᾽ ἄλλος. Πενθεύς ἡ τεκοῦσά γε. Διόνυσος ἐπίσημον ὄντα πᾶσιν. Πενθεύς ἐπὶ τόδ᾽ ἔρχομαι. Διόνυσος φερόμενος ἥξεις . . . Πενθεύς ἁβρότητ᾽ ἐμὴν λέγεις. Διόνυσος ἐν χερσὶ μητρός. Πενθεύς καὶ τρυφᾶν μ᾽ ἀναγκάσεις. Διόνυσος τρυφάς γε τοιάσδε. 970 Πενθεύς ἀξίων μὲν ἅπτομαι. Διόνυσος δεινὸς σὺ δεινὸς κἀπὶ δείν᾽ ἔρχῃ πάθη, ὥστ᾽ οὐρανῷ στηρίζον εὑρήσεις κλέος. ἔκτειν᾽, Ἀγαύη, χεῖρας αἵ θ᾽ ὁμόσποροι Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω τόνδ᾽ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ᾽ ἐγὼ 975 καὶ Βρόμιος ἔσται. τἄλλα δ᾽ αὐτὸ σημανεῖ. Χορός ἴτε θοαὶ Λύσσας κύνες ἴτ᾽ εἰς ὄρος, θίασον ἔνθ᾽ ἔχουσι Κάδμου κόραι, ἀνοιστρήσατέ νιν ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ 980 λυσσώδη κατάσκοπον μαινάδων. μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας ἢ σκόλοπος ὄψεται δοκεύοντα, μαινάσιν δ᾽ ἀπύσει· Τίς ὅδ᾽ ὀρειδρόμων 985 μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ᾽ ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν; οὐ γὰρ ἐξ αἵματος γυναικῶν ἔφυ, λεαίνας δέ τινος ὅδ᾽ ἢ Γοργόνων Λιβυσσᾶν γένος. 990 ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 992 φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 995 γόνον γηγενῆ. ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τ᾽ ὀργᾷ περὶ <σὰ> Βάκχι᾽, ὄργια ματρός τε σᾶς μανείσᾳ πραπίδι παρακόπῳ τε λήματι στέλλεται, 1000 τἀνίκατον ὡς κρατήσων βίᾳ, γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι- στος ἐς τὰ θεῶν ἔφυ· βροτείως τ᾽ ἔχειν ἄλυπος βίος. τὸ σοφὸν οὐ φθονῶ· 1005 χαίρω θηρεύουσα· τὰ δ᾽ ἕτερα μεγάλα φανερά τ᾽· ὤ, νάει<ν> ἐπὶ τὰ καλὰ βίον, ἦμαρ ἐς νύκτα τ᾽ εὐ- αγοῦντ᾽ εὐσεβεῖν, τὰ δ᾽ ἔξω νόμιμα δίκας ἐκβαλόντα τιμᾶν θεούς. 1010 ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 1013 φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 1015 τόκον γηγενῆ. φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν 1018 δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων. ἴθ᾽, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν 1020 γελῶντι προσώπῳ περίβαλε βρόχον θανάσιμον ὑπ᾽ ἀγέλαν πεσόν- τι τὰν μαινάδων. Ἄγγελος Β ὦ δῶμ᾽ ὃ πρίν ποτ᾽ εὐτύχεις ἀν᾽ Ἑλλάδα, Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς 1025 δράκοντος ἔσπειρ᾽ Ὄφεος ἐν γαίᾳ θέρος, ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ᾽ ὅμως [χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν]. Χορός τί δ᾽ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον; Ἄγγελος Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. 1030 Χορός ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας. Ἄγγελος πῶς φῄς; τί τοῦτ᾽ ἔλεξας; ἦ ᾽πὶ τοῖς ἐμοῖς χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι; Χορός εὐάζω ξένα μέλεσι βαρβάροις· οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. 1035 Ἄγγελος Θήβας δ᾽ ἀνάνδρους ὧδ᾽ ἄγεις . . . * Χορός ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι κράτος ἔχουσ᾽ ἐμόν. Ἄγγελος συγγνωστὰ μέν σοι, πλὴν ἐπ᾽ ἐξειργασμένοις κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. 1040 Χορός ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει ἄδικος ἄδικά τ᾽ ἐκπορίζων ἀνήρ; Ἄγγελος ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, λέπας Κιθαιρώνειον εἰσεβάλλομεν 1045 Πενθεύς τε κἀγώ--δεσπότῃ γὰρ εἱπόμην-- ξένος θ᾽ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας. πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. 1050 ἦν δ᾽ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, πεύκαισι συσκιάζον, ἔνθα μαινάδες καθῆντ᾽ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα κισσῷ κομήτην αὖθις ἐξανέστεφον, 1055 αἳ δ᾽, ἐκλιποῦσαι ποικίλ᾽ ὡς πῶλοι ζυγά, βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. Πενθεὺς δ᾽ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον ἔλεξε τοιάδ᾽· Ὦ ξέν᾽, οὗ μὲν ἕσταμεν, οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· 1060 ὄχθων δ᾽ ἔπ᾽, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, ἴδοιμ᾽ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν. τοὐντεῦθεν ἤδη τοῦ ξένου <τὸ> θαῦμ᾽ ὁρῶ· λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· 1065 κυκλοῦτο δ᾽ ὥστε τόξον ἢ κυρτὸς τροχὸς τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον· ὣς κλῶν᾽ ὄρειον ὁ ξένος χεροῖν ἄγων ἔκαμπτεν ἐς γῆν, ἔργματ᾽ οὐχὶ θνητὰ δρῶν. Πενθέα δ᾽ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, 1070 ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾽ ἄνω ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν, ὀρθὴ δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο, ἔχουσα νώτοις δεσπότην ἐφήμενον· ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. 1075 ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω, καὶ τὸν ξένον μὲν οὐκέτ᾽ εἰσορᾶν παρῆν, ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες, ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾽ ὄργια 1080 γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν. καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πρὸς οὐρανὸν καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός. σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη φύλλ᾽ εἶχε, θηρῶν δ᾽ οὐκ ἂν ἤκουσας βοήν. 1085 αἳ δ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας. ὃ δ᾽ αὖθις ἐπεκέλευσεν· ὡς δ᾽ ἐγνώρισαν σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, ᾖξαν πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες 1090 ποδῶν τρέχουσαι συντόνοις δραμήμασι, μήτηρ Ἀγαύη σύγγονοί θ᾽ ὁμόσποροι πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης ἀγμῶν τ᾽ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς. ὡς δ᾽ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, 1095 πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, ὄζοισί τ᾽ ἐλατίνοισιν ἠκοντίζετο. ἄλλαι δὲ θύρσους ἵεσαν δι᾽ αἰθέρος Πενθέως, στόχον δύστηνον· ἀλλ᾽ οὐκ ἤνυτον. 1100 κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων καθῆσθ᾽ ὁ τλήμων, ἀπορίᾳ λελημμένος. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς. ἐπεὶ δὲ μόχθων τέρματ᾽ οὐκ ἐξήνυτον, 1105 ἔλεξ᾽ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην θῆρ᾽ ὡς ἕλωμεν, μηδ᾽ ἀπαγγείλῃ θεοῦ χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· 1110 ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν. πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο 1115 ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος· οἴκτιρε δ᾽ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς 1120 ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς. ἣ δ᾽ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους κόρας ἑλίσσουσ᾽, οὐ φρονοῦσ᾽ ἃ χρὴ φρονεῖν, ἐκ Βακχίου κατείχετ᾽, οὐδ᾽ ἔπειθέ νιν. λαβοῦσα δ᾽ ὠλένης ἀριστερὰν χέρα, 1125 πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους, ἀλλ᾽ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν· Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο, ῥηγνῦσα σάρκας, Αὐτονόη τ᾽ ὄχλος τε πᾶς 1130 ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσ᾽ ὁμοῦ βοή, ὃ μὲν στενάζων ὅσον ἐτύγχαν᾽ ἐμπνέων, αἳ δ᾽ ἠλάλαζον. ἔφερε δ᾽ ἣ μὲν ὠλένην, ἣ δ᾽ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ πλευραὶ σπαραγμοῖς· πᾶσα δ᾽ ᾑματωμένη 1135 χεῖρας διεσφαίριζε σάρκα Πενθέως. κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις πέτραις, τὸ δ᾽ ὕλης ἐν βαθυξύλῳ φόβῃ, οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δ᾽ ἄθλιον, ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, 1140 πήξασ᾽ ἐπ᾽ ἄκρον θύρσον ὡς ὀρεστέρου φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου, λιποῦσ᾽ ἀδελφὰς ἐν χοροῖσι μαινάδων. χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη τειχέων ἔσω τῶνδ᾽, ἀνακαλοῦσα Βάκχιον 1145 τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας, τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ. ἐγὼ μὲν οὖν <τῇδ᾽> ἐκποδὼν τῇ ξυμφορᾷ ἄπειμ᾽, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα. τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν 1150 κάλλιστον· οἶμαι δ᾽ αὐτὸ καὶ σοφώτατον θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις. Χορός ἀναχορεύσωμεν Βάκχιον, ἀναβοάσωμεν ξυμφορὰν τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα· 1155 ὃς τὰν θηλυγενῆ στολὰν νάρθηκά τε, πιστὸν Ἅιδαν, ἔλαβεν εὔθυρσον, ταῦρον προηγητῆρα συμφορᾶς ἔχων. βάκχαι Καδμεῖαι, 1160 τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε ἐς στόνον, ἐς δάκρυα. καλὸς ἀγών, χέρ᾽ αἵματι στάζουσαν περιβαλεῖν τέκνου. ἀλλ᾽, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην 1165 Πενθέως Ἀγαύην μητέρ᾽ ἐν διαστρόφοις ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ. Ἀγαύη Ἀσιάδες βάκχαι-- Χορός τί μ᾽ ὀροθύνεις, ὤ; Ἀγαύη φέρομεν ἐξ ὀρέων ἕλικα νεότομον ἐπὶ μέλαθρα, 1170 μακάριον θήραν. Χορός ὁρῶ καί σε δέξομαι σύγκωμον. Ἀγαύη ἔμαρψα τόνδ᾽ ἄνευ βρόχων <λέοντος ἀγροτέρου> νέον ἶνιν· ὡς ὁρᾶν πάρα. 1175 Χορός πόθεν ἐρημίας; Ἀγαύη Κιθαιρὼν . . . Χορός Κιθαιρών; Ἀγαύη κατεφόνευσέ νιν. Χορός τίς ἁ βαλοῦσα; Ἀγαύη πρῶτον ἐμὸν τὸ γέρας. μάκαιρ᾽ Ἀγαύη κλῃζόμεθ᾽ ἐν θιάσοις. 1180 Χορός τίς ἄλλα; Ἀγαύη τὰ Κάδμου . . . Χορός τί Κάδμου; Ἀγαύη γένεθλα μετ᾽ ἐμὲ μετ᾽ ἐμὲ τοῦδ᾽ 1182b ἔθιγε θηρός· εὐτυχής γ᾽ ἅδ᾽ ἄγρα. Χορός * Ἀγαύη μέτεχέ νυν θοίνας. Χορός τί; μετέχω, τλᾶμον; Ἀγαύη νέος ὁ μόσχος ἄρ- 1185 τι γένυν ὑπὸ κόρυθ᾽ ἁπαλότριχα κατάκομον θάλλει. Χορός πρέπει γ᾽ ὥστε θὴρ ἄγραυλος φόβῃ. Ἀγαύη ὁ Βάκχιος κυναγέτας σοφὸς σοφῶς ἀνέπηλ᾽ ἐπὶ θῆρα 1190 τόνδε μαινάδας. Χορός ὁ γὰρ ἄναξ ἀγρεύς. Ἀγαύη ἐπαινεῖς; Χορός ἐπαινῶ. Ἀγαύη τάχα δὲ Καδμεῖοι . . . Χορός καὶ παῖς γε Πενθεὺς . . . 1195 Ἀγαύη ματέρ᾽ ἐπαινέσεται, λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ. Χορός περισσάν. Ἀγαύη περισσῶς. Χορός ἀγάλλῃ; Ἀγαύη γέγηθα, μεγάλα μεγάλα καὶ 1198b φανερὰ τᾷδ᾽ ἄγρᾳ κατειργασμένα. Χορός δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον 1200 ἀστοῖσιν ἄγραν ἣν φέρουσ᾽ ἐλήλυθας. Ἀγαύη ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς ναίοντες, ἔλθεθ᾽ ὡς ἴδητε τήνδ᾽ ἄγραν, Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν, οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν, 1205 οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην; ἡμεῖς δέ γ᾽ αὐτῇ χειρὶ τόνδε θ᾽ εἵλομεν, χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. 1210 ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας. Πενθεύς τ᾽ ἐμὸς παῖς ποῦ ᾽στιν; αἰρέσθω λαβὼν πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις, ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε λέοντος ὃν πάρειμι θηράσασ᾽ ἐγώ. 1215 Κάδμος ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος, οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν φέρω τόδ᾽, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ 1220 λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ. ἤκουσα γάρ του θυγατέρων τολμήματα, ἤδη κατ᾽ ἄστυ τειχέων ἔσω βεβὼς σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα· πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι 1225 τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο. καὶ τὴν μὲν Ἀκτέων᾽ Ἀρισταίῳ ποτὲ τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ᾽ ἅμα ἔτ᾽ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας, τὴν δ᾽ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ 1230 στείχειν Ἀγαύην, οὐδ᾽ ἄκραντ᾽ ἠκούσαμεν· λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα. Ἀγαύη πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι, πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ᾽ ἐμέ, 1235 ἣ τὰς παρ᾽ ἱστοῖς ἐκλιποῦσα κερκίδας ἐς μείζον᾽ ἥκω, θῆρας ἀγρεύειν χεροῖν. φέρω δ᾽ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· 1240 γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ, μακάριος, ἡμῶν τοιάδ᾽ ἐξειργασμένων. Κάδμος ὦ πένθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν, φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. 1245 καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς. οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾽ ἐμῶν· ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ᾽ ἄγαν, Βρόμιος ἄναξ ἀπώλεσ᾽ οἰκεῖος γεγώς. 1250 Ἀγαύη ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ ἔν τ᾽ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις, ὅτ᾽ ἐν νεανίαισι Θηβαίοις ἅμα θηρῶν ὀριγνῷτ᾽· ἀλλὰ θεομαχεῖν μόνον 1255 οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ, σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα; Κάδμος φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε ἀλγήσετ᾽ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους 1260 ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν. Ἀγαύη τί δ᾽ οὐ καλῶς τῶνδ᾽ ἢ τί λυπηρῶς ἔχει; Κάδμος πρῶτον μὲν ἐς τόνδ᾽ αἰθέρ᾽ ὄμμα σὸν μέθες. Ἀγαύη ἰδού· τί μοι τόνδ᾽ ἐξυπεῖπας εἰσορᾶν; 1265 Κάδμος ἔθ᾽ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ; Ἀγαύη λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος. Κάδμος τὸ δὲ πτοηθὲν τόδ᾽ ἔτι σῇ ψυχῇ πάρα; Ἀγαύη οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. 1270 Κάδμος κλύοις ἂν οὖν τι κἀποκρίναι᾽ ἂν σαφῶς; Ἀγαύη ὡς ἐκλέλησμαί γ᾽ ἃ πάρος εἴπομεν, πάτερ. Κάδμος ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα; Ἀγαύη Σπαρτῷ μ᾽ ἔδωκας, ὡς λέγουσ᾽, Ἐχίονι. Κάδμος τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; 1275 Ἀγαύη Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. Κάδμος τίνος πρόσωπον δῆτ᾽ ἐν ἀγκάλαις ἔχεις; Ἀγαύη λέοντος, ὥς γ᾽ ἔφασκον αἱ θηρώμεναι. Κάδμος σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν. Ἀγαύη ἔα, τί λεύσσω; τί φέρομαι τόδ᾽ ἐν χεροῖν; 1280 Κάδμος ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε. Ἀγαύη ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν᾽ ἐγώ. Κάδμος μῶν σοι λέοντι φαίνεται προσεικέναι; Ἀγαύη οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν᾽ ἔχω κάρα. Κάδμος ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. 1285 Ἀγαύη τίς ἔκτανέν νιν; --πῶς ἐμὰς ἦλθεν χέρας; Κάδμος δύστην᾽ ἀλήθει᾽, ὡς ἐν οὐ καιρῷ πάρει. Ἀγαύη λέγ᾽, ὡς τὸ μέλλον καρδία πήδημ᾽ ἔχει. Κάδμος σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν. Ἀγαύη ποῦ δ᾽ ὤλετ᾽; ἦ κατ᾽ οἶκον; ἢ ποίοις τόποις; 1290 Κάδμος οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες. Ἀγαύη τί δ᾽ ἐς Κιθαιρῶν᾽ ἦλθε δυσδαίμων ὅδε; Κάδμος ἐκερτόμει θεὸν σάς τε βακχείας μολών. Ἀγαύη ἡμεῖς δ᾽ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν; Κάδμος ἐμάνητε, πᾶσά τ᾽ ἐξεβακχεύθη πόλις. 1295 Ἀγαύη Διόνυσος ἡμᾶς ὤλεσ᾽, ἄρτι μανθάνω. Κάδμος ὕβριν <γ᾽> ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν. Ἀγαύη τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ; Κάδμος ἐγὼ μόλις τόδ᾽ ἐξερευνήσας φέρω. Ἀγαύη ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς; 1300 Κάδμος * Ἀγαύη Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ᾽ ἐμῆς; Κάδμος ὑμῖν ἐγένεθ᾽ ὅμοιος, οὐ σέβων θεόν. τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην, ὑμᾶς τε τόνδε θ᾽, ὥστε διολέσαι δόμους κἄμ᾽, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς 1305 τῆς σῆς τόδ᾽ ἔρνος, ὦ τάλαινα, νηδύος αἴσχιστα καὶ κάκιστα κατθανόνθ᾽ ὁρῶ, ᾧ δῶμ᾽ ἀνέβλεφ᾽--ὃς συνεῖχες, ὦ τέκνον, τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς, πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ 1310 οὐδεὶς ὑβρίζειν ἤθελ᾽ εἰσορῶν τὸ σὸν κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες. νῦν δ᾽ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος ἔσπειρα κἀξήμησα κάλλιστον θέρος. 1315 ὦ φίλτατ᾽ ἀνδρῶν--καὶ γὰρ οὐκέτ᾽ ὢν ὅμως τῶν φιλτάτων ἔμοιγ᾽ ἀριθμήσῃ, τέκνον-- οὐκέτι γενείου τοῦδε θιγγάνων χερί, τὸν <μητρὸς> αὐδῶν <πατέρα> προσπτύξῃ, τέκνον, λέγων· Τίς ἀδικεῖ, τίς σ᾽ ἀτιμάζει, γέρον; 1320 τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν; λέγ᾽, ὡς κολάζω τὸν ἀδικοῦντά σ᾽, ὦ πάτερ. νῦν δ᾽ ἄθλιος μέν εἰμ᾽ ἐγώ, τλήμων δὲ σύ. οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι. εἰ δ᾽ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, 1325 ἐς τοῦδ᾽ ἀθρήσας θάνατον ἡγείσθω θεούς. Χορός τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δ᾽ ἔχει δίκην παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί. Ἀγαύη ὦ πάτερ, ὁρᾷς γὰρ τἄμ᾽ ὅσῳ μετεστράφη ... * Διόνυσος δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ 1330 ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον, ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς. ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός, ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος. πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι 1335 πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον διαρπάσωσι, νόστον ἄθλιον πάλιν σχήσουσι· σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον. ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω 1340 Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν ἔγνωθ᾽, ὅτ᾽ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον εὐδαιμονεῖτ᾽ ἂν σύμμαχον κεκτημένοι. Κάδμος Διόνυσε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν. Διόνυσος ὄψ᾽ ἐμάθεθ᾽ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. 1345 Κάδμος ἐγνώκαμεν ταῦτ᾽· ἀλλ᾽ ἐπεξέρχῃ λίαν. Διόνυσος καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην. Κάδμος ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς. Διόνυσος πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. Ἀγαύη αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. 1350 Διόνυσος τί δῆτα μέλλεθ᾽ ἅπερ ἀναγκαίως ἔχει; Κάδμος ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν <πάντες,> σύ θ᾽ ἡ τάλαινα σύγγονοί τε σαί, ἐγώ θ᾽ ὁ τλήμων· βαρβάρους ἀφίξομαι γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον 1355 ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν. καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν, δράκων δρακαίνης <φύσιν> ἔχουσαν ἀγρίαν ἄξω ᾽πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι 1360 κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι. Ἀγαύη ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι. Κάδμος τί μ᾽ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; 1365 Ἀγαύη ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη; Κάδμος οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ. Ἀγαύη χαῖρ᾽, ὦ μέλαθρον, χαῖρ᾽, ὦ πατρία πόλις· ἐκλείπω σ᾽ ἐπὶ δυστυχίᾳ φυγὰς ἐκ θαλάμων. 1370 Κάδμος στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου ... * Ἀγαύη στένομαί σε, πάτερ. Κάδμος κἀγὼ <σέ>, τέκνον, καὶ σὰς ἐδάκρυσα κασιγνήτας. Ἀγαύη δεινῶς γὰρ τάνδ᾽ αἰκείαν Διόνυσος ἄναξ τοὺς σοὺς εἰς 1375 οἴκους ἔφερεν. Διόνυσος καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, ἀγέραστον ἔχων ὄνομ᾽ ἐν Θήβαις. Ἀγαύη χαῖρε, πάτερ, μοι. Κάδμος χαῖρ᾽, ὦ μελέα θύγατερ. χαλεπῶς <δ᾽> ἐς τόδ᾽ ἂν ἥκοις. 1380 Ἀγαύη ἄγετ᾽, ὦ πομποί, με κασιγνήτας ἵνα συμφυγάδας ληψόμεθ᾽ οἰκτράς. ἔλθοιμι δ᾽ ὅπου μήτε Κιθαιρὼν <ἔμ᾽ ἴδοι> μιαρὸς μήτε Κιθαιρῶν᾽ ὄσσοισιν ἐγώ, 1385 μήθ᾽ ὅθι θύρσου μνῆμ᾽ ἀνάκειται· Βάκχαις δ᾽ ἄλλαισι μέλοιεν. Χορός πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη, 1390 τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.